Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.145 Joseph. AJ 18.150 (English) >>Joseph. AJ 18.155

18.148αἰσθάνεται δʼ αὐτοῦ τὴν διάνοιαν Κύπρος γυνὴ παντοία τε ἦν ἀπείργουσα τῶν ἐπὶ τοιούτοις βουλευμάτων. διαπέμπεται δὲ καὶ ὡς τὴν ἀδελφὴν αὐτοῦ Ἡρωδιάδα Ἡρώδῃ τῷ τετράρχῃ συνοικοῦσαν γράμματα, δηλοῦσα τό τε ἐπὶ τοιούτοις τοῦ Ἀγρίππα προβουλεῦσαν καὶ τὴν ἀνάγκην, ἐπʼ αὐτὰ ἐξήγαγεν· 18.149ἐκέλευέν τε συγγενῆ οὖσαν βοηθεῖν θεωροῦσαν, ὡς αὐτὴ παντοίως ὡς κουφίζοι τὸν ἄνδρα καὶ ταῦτα ἐξ ὁμοίων ἀφορμῶν. οἱ δὲ μεταπέμψαντες αὐτὸν οἰκητήριον ἀπέδειξαν Τιβεριάδα καί τι καὶ ἀργύριον ὥρισαν εἰς τὴν δίαιταν, ἀγορανομίᾳ τε τῆς Τιβεριάδος ἐτίμησαν. 18.150οὐ μὴν ἐπὶ πλεῖόν γε Ἡρώδης ἐνέμεινε τοῖς δεδογμένοις, καίτοι γε οὐδʼ ὣς ἀρκοῦντα ἦν· ἐν γὰρ Τύρῳ παρὰ συνουσίαν ὑπὸ οἴνου γενομένων αὐτοῖς λοιδοριῶν, ἀνεκτὸν οὐχ ἡγησάμενος Ἀγρίππας τοῦ Ἡρώδου τε ἐπονειδίσαντος εἰς ἀπορίαν καὶ τροφῆς ἀναγκαίας μετάδοσιν, ὡς Φλάκκον τὸν ὑπατικὸν εἴσεισιν φίλον ἐπὶ Ῥώμης τὰ μάλιστα αὐτῷ γεγονότα πρότερον· Συρίαν δὲ ἐν τῷ τότε διεῖπεν. 18.151

Καὶ δεξαμένου Φλάκκου παρὰ τούτῳ διῆγεν παρακατεσχηκότος αὐτὸν ἐκεῖ Ἀριστοβούλου, ὃς ἀδελφὸς ὢν Ἀγρίππου διάφορός τʼ ἦν. οὐ μὴν ἐβλάπτοντο ἔχθρᾳ τῇ ἀλλήλων, ὥστε μὴ φιλίᾳ τοῦ ὑπατικοῦ τὰ εἰκότα τιμὴν φέρεσθαι. 18.152οὐ μὴν γε Ἀριστόβουλος ἀνίει τι τοῦ πρὸς τὸν Ἀγρίππαν δυσμενοῦς μέχρι καὶ εἰς ἔχθραν αὐτὸν Φλάκκῳ καθίστησιν, αἰτίαν τοιαύτην ἐπὶ τῇ δυσμενείᾳ παραλαβών.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.145 Joseph. AJ 18.150 (English) >>Joseph. AJ 18.155

Powered by PhiloLogic